第43章 燕子和鸟类
- 伊索寓言(日知古典)
- (古希腊)伊索
- 849字
- 2020-09-18 16:06:19
槲寄生刚刚抽芽,燕子便意识到鸟类会面临灾难。于是,他把所有鸟类都召集起来,劝他们务必把槲寄生赖以生长的树都砍掉,若是他们无力做到这一点,那他们就都逃到人类那里去,请求人们不要用槲寄生的黏胶来捕捉他们。鸟类都笑话燕子,说他说傻话,燕子便飞到人类那里,请求保护。人们觉得燕子有悟性,就把燕子留了下来,一起居住。就这样,其他鸟类都被人类捉了吃,惟独燕子作为请求庇护者,无所恐惧地在人们的屋里做窝孵化。
这则故事是说,能预见未来的人自然能避免危险。
39. χελιδὼν καὶ ὄρνιθες
ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον συναθροίσασα πάντα τὰ ὄρνεα συνεβούλευεν αὐτοῖς μάλιστα μὲν τὰς ἰξοφόρους δρῦς ἐκκόψαι,εἰ δ᾽ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον,ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι,ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. τῶν δὲ γελασάντων αὐτὴν ὡς ματαιολογοῦσαν αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτοῖς προσελάβοντο. οὕτω συνέβη τὰ μὲν λοιπὰ ὄρνεα ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι,μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι.
ὁ λόγος δηλοῖ,ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται.